Matthew 5:1 ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος,
이돈 데 투스 오흘루스 아네베 에이스 토 오로스
καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ·
카이 카띠산토스 아우투 프로셀딴 아우토 호이 마떼타이 아우투
2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων·
카이 아노잌사스 토 스토마 아우투 에디다스켄 아우투스 레곤
3 Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν
마카리오이 호이 프토호이 토 프뉴마티 호티 아우톤 에스틴
ἡ βασιλεία τῶν οὐρανῶν.
헤 바실레이아 톤 우라논
4 μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
마카리오이 호이 펜뚠테스 호티 아우토이 파라클레떼손타이
5 μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.
마카리오이 호이 파라에이스 호티 아우토이 클레로노메수신 텐 겐
6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην,
마카리오이 호이 페이논테스 카이 딮손테스 텐 디카이오쉬넨
ὅτι αὐτοὶ χορτασθήσονται.
호티 아우토이 호르타스떼손타이
7 μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
마카리오이 호이 엘레에모네스 호티 아우토이 엘레에떼손타이
8 μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.
마카리오이 호이 카따로이 테 카르디아 호티 아우토이 톤 떼온
옾손타이
9 μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται.
마카리오이 호이 에이레노포이오이 호티 아우토이 휘오이 떼우 클레떼손타이
10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης,
마카리오이 호이 데디오그메노이 헤네켄 디카이오쉬네스
ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
호티 아우톤 에스틴 헤 바실레이아 톤 우라논
11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν
마카리오이 에스테 호탄 오네이디소신 휘마스 카이 디옼소신
καὶ εἴπωσιν πᾶν πονηρὸν καθ᾽ ὑμῶν [ψευδόμενοι] ἕνεκεν ἐμοῦ.
카이 에이포신 판 포네론 카뜨 휘몬 푸슈도메노이 헤네켄
에무
12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς
하이레테 카이 아갈리아스떼 호티 호 미스또스 휘몬 폴뤼스 엔 토이스
οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
우라노이스 후토스 가르 에디옼산 투스 프로페타스 투스 프로
휘몬
13 ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ,
휘메이스 에스테 토 할라스 테스 게스 에안 데 토 할라스 모란떼
ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω
엔 티니 할리스떼세타이 에이스 우덴 이스휘에이 에티 에이 메 블레뗀 엨소
καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
카타파테이스따이 휘포 톤 안뜨로폰
14 ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις
휘메이스 에스테 토 포스 투 코스무 우 뒤나타이 폴리스
κρυβῆναι ἐπάνω ὄρους κειμένη·
크뤼베나이 에파노 오루스 케이메네
15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν
우데 카이우신 뤼흐논 카이 티떼아신 아우톤
ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν,
휘포 톤 모디온 알 에피 텐 뤼흐니안
καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ.
카이 람페이 파신 토이스 엔 테 오이키아
16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων,
후토스 람프사토 토 포스 휘몬 엠프로스뗀 톤 안뜨로폰
ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν
호포스 이도신 휘몬 타 칼라 에르가 카이 돜사소신
τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
톤 파테라 휘몬 톤 엔 토이스 우라노이스
17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον
메 노미세테 호티 엘뗀 카탈뤼사이 톤 노몬
ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι.
에 투스 프로페타스 우크 엘뗀 카탈뤼사이 알라 플레로사이
18 ἀμὴν γὰρ λέγω ὑμῖν· ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ,
아멘 가르 레고 휘민 헤오스 안 파렐떼 호 우라노스 카이 헤 게
ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου,
이오타 헨 에 미아 케라이아 우 메 파렐떼 아포 투 노무
ἕως ἂν πάντα γένηται.
헤오스 안 판타 게네타이
19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων
호스 에안 운 뤼세 미안 톤 엔톨론 투톤 톤 엘라히스톤
καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται
카이 디닼세 후토스 투스 안뜨로푸스 엘라히스토스 클레떼세타이
ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ,
엔 테 바실레이아 톤 우라논 호스 드 안 포이에세 카이 디닼세
οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
호토스 메가스 클레떼세타이 엔 테 바실레이아 톤 우라논
20 Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν
레고 가르 휘민 호티 에안 메 페리슈세 휘몬
ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων,
헤 디카이오쉬네 플레이온 톤 그람마테온 카이 파리사이온
οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
우 메 에이셀떼테 에이스 텐 바실레이안 톤 우라논
마태 5장 1-20절 발음하기.hwp
마태 5장 1-20절 발음하기.pdf